ΙΩΒ-20

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει·
  • 2 οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ.
  • 3 παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι.
  • 4 μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ᾿ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;
  • 5 εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια,
  • 6 ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται·
  • 7 ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν;
  • 8 ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν.
  • 9 ὀφθαλμὸς παρέβλεψε καὶ οὐ προσθήσει, καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
  • 10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.
  • 11 ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ᾿ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
  • 12 ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ·
  • 13 οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
  • 14 καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
  • 15 πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος,
  • 16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
  • 17 μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.
  • 18 εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος·
  • 19 πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν.
  • 20 οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
  • 21 οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
  • 22 ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ᾿ αὐτὸν ἐπελεύσεται.
  • 23 εἴ πως πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστεῖλαι ἐπ᾿ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ᾿ αὐτὸν ὀδύνας·
  • 24 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον·
  • 25 διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπ᾿ αὐτῷ φόβοι,
  • 26 πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.
  • 27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ.
  • 28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
  • 29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.
回到本卷目录 回到本版本目录 回到首页