ΙΩΒ-18

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·
  • 2 μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
  • 3 διατὶ δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
  • 4 κέχρηταί σοι ὀργή· τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ᾿ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;
  • 5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ·
  • 6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ᾿ αὐτῷ σβεσθήσεται.
  • 7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
  • 8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη.
  • 9 ἔλθοισαν δὲ ἐπ᾿ αὐτὸν παγίδες, κατισχύσει ἐπ᾿ αὐτὸν διψῶντας.
  • 10 κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων.
  • 11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν
  • 12 ἐν λιμῷ στενῷ. πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
  • 13 βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος.
  • 14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
  • 15 κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
  • 16 ὑποκάτωθεν αἱ ρίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.
  • 17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.
  • 18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
  • 19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπ᾿ οὐρανὸν ὁ οἶκος αὐτοῦ,
  • 20 ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα.
  • 21 οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον.
回到本卷目录 回到本版本目录 回到首页