ΙΩΒ-17

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΟΛΕΚΟΜΑΙ πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.
  • 2 λίσσομαι κάμνων, καὶ τί ποιήσας;
  • 3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
  • 4 ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
  • 5 τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δὲ ἐφ᾿ υἱοῖς ἐτάκησαν.
  • 6 ἔθου δέ με θρύλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην·
  • 7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
  • 8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
  • 9 σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
  • 10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
  • 11 αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.
  • 12 νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους·
  • 13 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.
  • 14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
  • 15 ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι;
  • 16 ἦ μετ᾿ ἐμοῦ εἰς ᾅδην καταβήσομαι, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;
回到本卷目录 回到本版本目录 回到首页