ΙΩΒ-22

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
  • 2 πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
  • 3 τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἁπλώσεις τὴν ὁδόν σου;
  • 4 ἦ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
  • 5 πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι;
  • 6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·
  • 7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
  • 8 ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς.
  • 9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας.
  • 10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος.
  • 11 τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε.
  • 12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε;
  • 13 καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ;
  • 14 νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
  • 15 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι,
  • 16 οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν,
  • 17 οἱ λέγοντες· Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ Παντοκράτωρ;
  • 18 ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ.
  • 19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν.
  • 20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.
  • 21 γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
  • 22 ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ρήματα αὐτοῦ ἐν καρδίᾳ σου.
  • 23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον.
  • 24 θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρα χειμάρρου Σωφίρ.
  • 25 ἔσται οὖν σου ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
  • 26 εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς·
  • 27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·
  • 28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος.
  • 29 ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς· ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει.
  • 30 ρύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.
回到本卷目录 回到本版本目录 回到首页