ΙΩΒ-16

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
  • 2 ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες.
  • 3 τί γάρ; μὴ τάξις ἐστὶ ρήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;
  • 4 κἀγὼ καθ᾿ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ρήμασι, κινήσω δὲ καθ᾿ ὑμῶν κεφαλήν·
  • 5 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.
  • 6 ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
  • 7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα,
  • 8 καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.
  • 9 ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν.
  • 10 ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾿ ἐμοί·
  • 11 παρέδωκε γάρ με ὁ Κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με.
  • 12 εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν.
  • 13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
  • 14 κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι.
  • 15 σάκκον ἔρραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
  • 16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά.
  • 17 ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά.
  • 18 γῆ, μὴ ἐπικαλύψῃ ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
  • 19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
  • 20 ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
  • 21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
  • 22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾖ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
回到本卷目录 回到本版本目录 回到首页