ΙΩΒ-8

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·
  • 2 μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυρρῆμον τοῦ στόματός σου;
  • 3 μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
  • 4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
  • 5 σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος.
  • 6 εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
  • 7 ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
  • 8 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
  • 9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
  • 10 ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ρήματα;
  • 11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
  • 12 ἔτι ὂν ἐπὶ ρίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
  • 13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
  • 14 ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
  • 15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·
  • 16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ράδαμνος αὐτοῦ ἐξελεύσεται.
  • 17 ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
  • 18 ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,
  • 19 ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
  • 20 ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
  • 21 ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
  • 22 οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.
回到本卷目录 回到本版本目录 回到首页