ΙΩΒ-9

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
  • 2 ἐπ᾿ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
  • 3 ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων·
  • 4 σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
  • 5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
  • 6 ὁ σείων τὴν ὑπ᾿ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·
  • 7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·
  • 8 ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ᾿ ἐδάφους ἐπὶ θαλάσσης·
  • 9 ὁ ποιῶν Πλειάδα καὶ Ἓσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμιεῖα νότου·
  • 10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
  • 11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδ᾿ ὧς ἔγνων.
  • 12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;
  • 13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ᾿ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾿ οὐρανόν.
  • 14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ρήματά μου·
  • 15 ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήομαι·
  • 16 ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς.
  • 17 μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς·
  • 18 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησε δέ με πικρίας.
  • 19 ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
  • 20 ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
  • 21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή.
  • 22 διὸ εἶπον· μέγα καὶ δυνάστην ἀπολλύει ὀργή,
  • 23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·
  • 24 παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν;
  • 25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
  • 26 ἢ καί ἐστι ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;
  • 27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω.
  • 28 σείομαι πᾶσι τοῖς μέλεσιν, οἶδα γάρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις.
  • 29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διατί οὐκ ἀπέθανον;
  • 30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς,
  • 31 ἱκανῶς ἐν ρύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή·
  • 32 οὐ γὰρ εἶ ἄνθρωπος κατ᾿ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
  • 33 εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
  • 34 ἀπαλλαξάτω ἀπ᾿ ἐμοῦ τὴν ράβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
  • 35 καὶ οὐ μὴ φοβηθῷ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.
回到本卷目录 回到本版本目录 回到首页