ΙΩΒ-5

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ·
  • 2 καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος,
  • 3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
  • 4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
  • 5 ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς·
  • 6 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
  • 7 ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
  • 8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι,
  • 9 τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
  • 10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν·
  • 11 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα·
  • 12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
  • 13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
  • 14 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
  • 15 ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
  • 16 εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
  • 17 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου·
  • 18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
  • 19 ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
  • 20 ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
  • 21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
  • 22 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
  • 23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.
  • 24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
  • 25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
  • 26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα.
  • 27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας.
回到本卷目录 回到本版本目录 回到首页