ΙΩΒ-4

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
  • 2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ρημάτων σου τίς ὑποίσει;
  • 3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,
  • 4 ἀσθενοῦντάς τε ἐξανέστησας ρήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας,
  • 5 νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας.
  • 6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;
  • 7 μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο;
  • 8 καθ᾿ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
  • 9 ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
  • 10 σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη·
  • 11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
  • 12 εἰ δέ τι ρῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ;
  • 13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ᾿ ἀνθρώπους,
  • 14 φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε,
  • 15 καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
  • 16 ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ᾿ ἢ αὔραν καὶ φωνὴν ἤκουον·
  • 17 τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
  • 18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε,
  • 19 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον·
  • 20 καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσί, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
  • 21 ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
回到本卷目录 回到本版本目录 回到首页