1
ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου Ἰεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν2
καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν Ἐφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης3
καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ἱεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ.4
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.5
καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου.6
καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.7
Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.8
καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.9
καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.10
καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον,11
ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,12
τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ.