ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ-33

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ·
  • 2 καὶ εἶπε· Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ.
  • 3 καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσι, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
  • 4 νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.
  • 5 καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.
  • 6 ζήτω Ρουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
  • 7 καὶ αὕτη Ἰούδα. εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.
  • 8 καὶ τῷ Λευὶ εἶπε· δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ, τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας·
  • 9 ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί· οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησε.
  • 10 δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
  • 11 εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.
  • 12 καὶ τῷ Βενιαμὶν εἶπεν· ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.
  • 13 καὶ τῷ Ἰωσὴφ εἶπεν· ἀπ᾿ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
  • 14 καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν,
  • 15 ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
  • 16 καὶ καθ᾿ ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπ᾿ ἀδελφοῖς.
  • 17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου γῆς. αὗται μυριάδες Ἐφραΐμ, καὶ αὗται χιλιάδες Μανασσῆ.
  • 18 καὶ τῷ Ζαβουλὼν εἶπεν· εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
  • 19 ἔθνη ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων.
  • 20 καὶ τῷ Γὰδ εἶπεν· εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.
  • 21 καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
  • 22 καὶ τῷ Δὰν εἶπε· Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.
  • 23 καὶ τῷ Νεφθαλὶ εἶπε· Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει.
  • 24 καὶ τῷ Ἀσὴρ εἶπεν· εὐλογημένος ἀπὸ τέκνων Ἀσὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ·
  • 25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου.
  • 26 οὔκ ἐστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
  • 27 καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων· ἀπόλοιο.
  • 28 καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ.
  • 29 μακάριος σύ, Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
回到本卷目录 回到本版本目录 回到首页