ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ-27

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ προσέταξε Μωυσῆς καὶ ἡ γερουσία Ἰσραὴλ λέγων· φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
  • 2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
  • 3 καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ρέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σού σοι·
  • 4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβὰλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
  • 5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾿ αὐτὸ σίδηρον·
  • 6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου καὶ ἀνοίσεις ἐπ᾿ αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου
  • 7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φαγῇ καὶ ἐμπλησθήσῃ και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
  • 8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.
  • 9 Καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ἰσραὴλ λέγοντες· σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου·
  • 10 καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
  • 11 Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων·
  • 12 οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζὶν διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν.
  • 13 καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ρουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλί.
  • 14 καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ·
  • 15 Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
  • 16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 18 ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ μητρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. ἐπικατάρατος ὁ κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον δόλῳ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 25 ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
  • 26 ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
回到本卷目录 回到本版本目录 回到首页