ΨΑΛΜΟΙ-73

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 [Συνέσεως τῷ Ἀσάφ.] ΙΝΑΤΙ ἀπώσω, ὁ Θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
  • 2 μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
  • 3 ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
  • 4 καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
  • 5 ὡς εἰς τὴν ἔξοδον ὑπεράνω,
  • 6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
  • 7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
  • 8 εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς.
  • 9 τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
  • 10 ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
  • 11 ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
  • 12 ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
  • 13 σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
  • 14 σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι.
  • 15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ.
  • 16 σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
  • 17 σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά.
  • 18 μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.
  • 19 μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
  • 20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
  • 21 μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου.
  • 22 ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.
  • 23 μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.
回到本卷目录 回到本版本目录 回到首页