ΨΑΛΜΟΙ-70

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 [Τῷ Δαυΐδ· υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων.] ΕΠΙ ΣΟΙ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
  • 2 ἐν τῇ δικαιοσύνῃ σου ὔρῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.
  • 3 γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
  • 4 ὁ Θεός μου, ρῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
  • 5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε· Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου,
  • 6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.
  • 7 ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός.
  • 8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
  • 9 μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.
  • 10 ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό
  • 11 λέγοντες· ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ρυόμενος.
  • 12 ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ᾿ ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
  • 13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.
  • 14 ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σὲ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
  • 15 τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας.
  • 16 εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σοῦ μόνου.
  • 17 ὁ Θεός, ἃ ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
  • 18 καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐπερχομένῃ,
  • 19 τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. ὁ Θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεός, τίς ὅμοιός σοι;
  • 20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
  • 21 ἐπλεόνασας ἐπ᾿ ἐμὲ τὴν μεγαλωσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
  • 22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.
  • 23 ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.
  • 24 ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.
回到本卷目录 回到本版本目录 回到首页