ΙΩΒ-40

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ καὶ εἶπε·
  • 2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτήν;
  • 3 ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ·
  • 4 τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου·
  • 5 ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
  • 6 ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους·
  • 7 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·
  • 8 μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
  • 9 ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς;
  • 10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.
  • 11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον·
  • 12 ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
  • 13 κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
  • 14 ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.
  • 15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρά σοι, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.
  • 16 ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ γαστρός·
  • 17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
  • 18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ράχις αὐτοῦ σίδηρος χυτός.
  • 19 τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
  • 20 ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ.
  • 21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.
  • 22 σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ραδάμνοις καὶ κλῶνες ἀγροῦ.
  • 23 ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.
  • 24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ρῖνα.
  • 25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ρῖνα αὐτοῦ;
  • 26 εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
  • 27 λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
  • 28 θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
  • 29 παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
  • 30 ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;
  • 31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.
  • 32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
回到本卷目录 回到本版本目录 回到首页