ΙΩΒ-37

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
  • 2 ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
  • 3 ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
  • 4 ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.
  • 5 βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν,
  • 6 συντάσσων χιόνι· γίνου ἐπὶ γῆς, καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
  • 7 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
  • 8 εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης.
  • 9 ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος,
  • 10 καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·
  • 11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ.
  • 12 καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν. πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ᾿ αὐτοῦ ἐπὶ τῆς γῆς,
  • 13 ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.
  • 14 ἐνωτίζου ταῦτα, Ἰώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου.
  • 15 οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους.
  • 16 ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν.
  • 17 σοῦ δὲ ἡ στολὴ θερμή, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.
  • 18 στερεώσεις μετ᾿ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.
  • 19 διατί; δίδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμαθε πολλὰ λέγοντες.
  • 20 μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;
  • 21 πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρ᾿ αὐτοῦ ἐπὶ νεφῶν.
  • 22 ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος.
  • 23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;
  • 24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.
回到本卷目录 回到本版本目录 回到首页