ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α-4

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ υἱοὶ Ἰούδα· Φαρές, Ἐσρὼμ καὶ Χαρμὶ καὶ Ὤρ, Σουβὰλ
  • 2 καὶ Ράδα υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησε τὸν Ἰέθ, καὶ Ἰὲθ ἐγέννησε τὸν Ἀχιμαΐ, καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί.
  • 3 καὶ οὗτοι υἱοὶ Αἰτάμ· Ἰεζραὴλ καὶ Ἰεσμὰν καὶ Ἰεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἐσηλεββών.
  • 4 καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὠσάν. οὗτοι υἱοὶ Ὢρ τοῦ πρωτοτόκου Ἐφραθὰ πατρὸς Βαθαλαέν.
  • 5 καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά.
  • 6 καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαία καὶ τὸν Ἠφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν Ἀασθήρ· πάντες οὗτοι υἱοὶ Ἀωδᾶς.
  • 7 καὶ υἱοὶ Θοαδᾶς· Σερὲθ καὶ Σαὰρ καὶ Ἐθνάν.
  • 8 καὶ Κὼς ἐγέννησε τὸν Ἐνὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ρηχὰβ υἱοῦ Ἰαρίν.
  • 9 καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα· ἔτεκον ὡς γαβής.
  • 10 καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ λέγων· ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο.
  • 11 καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησε τὸν Μαχίρ· οὗτος πατὴρ Ἀσσαθών.
  • 12 καὶ Ἀσσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ Ἐσελὼμ τοῦ Κενεζί· οὗτοι ἄνδρες Ρηφά.
  • 13 καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, Ἀθάθ.
  • 14 καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν Ἰωὰβ πατέρα Ἀγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν.
  • 15 καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἠρά, Ἀδὰ καὶ Νοόμ. καὶ υἱοὶ Ἀδά, Κενέζ.
  • 16 καὶ υἱοὶ Γεσεήλ· Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ Ἐσεραήλ.
  • 17 καὶ υἱοὶ Ἐσρί· Ἰεθέρ, Μωρὰδ καὶ Ἄφερ καὶ Ἰαμών. καὶ ἐγέννησεν Ἰεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών.
  • 18 καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη Ἀδία) ἔτεκε τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἀβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ.
  • 19 καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ Ἐσθαιμών, Νωχαθί.
  • 20 καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάβ,
  • 21 υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα· Ἢρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων Ἐφραδαβὰκ τῷ οἴκῳ Ἐσοβὰ
  • 22 καὶ Ἰωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ Ἰωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ.
  • 23 οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.
  • 24 υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμίν, Ἰαρίβ, Ζαρέ, Σαούλ·
  • 25 Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ,
  • 26 Ἀμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ.
  • 27 Καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα.
  • 28 καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν Ἐσηρσουὰλ
  • 29 καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ
  • 30 καὶ ἐν Βαθουὴλ καὶ ἐν Ἑρμὰ καὶ ἐν Σικελὰγ
  • 31 καὶ ἐν Βαιθμαριμὼθ καὶ Ἡμισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ· αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ.
  • 32 καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ἠνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε.
  • 33 καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν.
  • 34 καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσία υἱὸς Ἀμασία
  • 35 καὶ Ἰωὴλ (καὶ οὗτος υἱὸς Ἀσαβία), υἱὸς Σαραία, υἱὸς Ἀσιὴλ
  • 36 καὶ Ἐλιωναΐ καὶ Ἰακαβὰ καὶ Ἰασουΐα καὶ Ἀσαΐα καὶ Ἰεδιὴλ καὶ Ἰσμαὴλ καὶ Βαναίας
  • 37 καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ Ἀλὼν υἱοῦ Ἰεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου.
  • 38 οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος,
  • 39 καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·
  • 40 καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.
  • 41 καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.
  • 42 καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ραφαΐα καὶ Ὀζιὴλ υἱοὶ Ἰεσὶ ἄρχοντες αὐτῶν·
  • 43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Ἀμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
回到本卷目录 回到本版本目录 回到首页