ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α-3

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ,
  • 2 ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ,
  • 3 ὁ πέμπτος Σαφατία τῆς Ἀβιτάλ, ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἀγλᾷ γυναικὶ αὐτοῦ.
  • 4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
  • 5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ,
  • 6 καὶ Ἰεβαὰρ καὶ Ἐλισὰ καὶ Ἐλιφαλὴθ
  • 7 καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ Ἰαφιὲ
  • 8 καὶ Ἑλισαμὰ καὶ Ἐλιαδὰ καὶ Ἐλιφαλά, ἐννέα.
  • 9 πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.
  • 10 υἱοὶ Σαλωμών· Ροβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,
  • 11 Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,
  • 12 Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαμ υἱὸς αὐτοῦ,
  • 13 Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
  • 14 Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
  • 15 καὶ υἱοὶ Ἰωσία· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
  • 16 καὶ υἱοὶ Ἰωακίμ· Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
  • 17 καὶ υἱοὶ Ἰεχονία· Ἀσίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
  • 18 Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ Ἰεκεμία καὶ Ὡσαμὰθ καὶ Ναβαδίας.
  • 19 καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ Ἀνανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν
  • 20 καὶ Ἀσουβὲ καὶ Ὀὸλ καὶ Βαραχία καὶ Ἀσαδία καὶ Ἀσοβέδ, πέντε.
  • 21 καὶ υἱοὶ Ἀνανία· Φαλεττία καὶ Ἰεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
  • 22 καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ Ἰωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ.
  • 23 καὶ υἱοὶ Νωαδία· Ἐλιθενὰν καὶ Ἐζεκία καὶ Ἐζρικάμ, τρεῖς.
  • 24 καὶ υἱοὶ Ἐλιθενάν· Ὀδολία καὶ Ἑλιασεβὼν καὶ Φαδαΐα καὶ Ἀκοὺβ καὶ Ἰωανὰν καὶ Δαλααΐα καὶ Ἀνάν, ἑπτά.
回到本卷目录 回到本版本目录 回到首页