ΑΡΙΘΜΟΙ-26

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ τὸν ἱερέα λέγων·
  • 2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ' οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.
  • 3 καὶ ἐλάλησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ λέγων·
  • 4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου·
  • 5 Ρουβὴν πρωτότοκος Ἰσραήλ. υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοὺ δῆμος τοῦ Φαλλουΐ·
  • 6 τῷ Ἀσρὼν δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ δῆμος τοῦ Χαρμί.
  • 7 οὗτοι δῆμοι Ρουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
  • 8 καὶ υἱοὶ Φαλλοὺ Ἑλιάβ.
  • 9 καὶ υἱοὶ Ἑλιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορέ, ἐν τῇ ἐπισυστάσει Κυρίου,
  • 10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορὲ ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ,
  • 11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.
  • 12 καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν δῆμος Ἰαχινί·
  • 13 τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ δῆμος ὁ Σαουλί.
  • 14 οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
  • 15 υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν.
  • 16 καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ.
  • 17 καὶ ἐγένοντο οἱ υἱοὶ Φαρές· τῷ Ἀσρὼν δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμούν, δῆμος ὁ Ἰαμουνί.
  • 18 οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 19 καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ δῆμος ὁ Φουαΐ·
  • 20 τῷ Ἰασοὺβ δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ δῆμος ὁ Σαμραμί.
  • 21 οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 22 υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ δῆμος ὁ Ἀλληλί·
  • 23 οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 24 υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ δῆμος ὁ Σουνί·
  • 25 τῷ Ἀζενὶ δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ δῆμος ὁ Ἀδδί·
  • 26 τῷ Ἀροαδὶ δῆμος ὁ Ἀροαδί· τῷ Ἀριὴλ δῆμος ὁ Ἀριηλί.
  • 27 οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 28 υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ δῆμος ὁ Βαριαΐ·
  • 29 τῷ Χοβὲρ δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ δῆμος ὁ Μελχιηλί.
  • 30 καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ Σάρα.
  • 31 οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 32 υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσῆ καὶ Ἐφραίμ.
  • 33 υἱοὶ Μανασσῆ· τῷ Μαχὶρ δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷ Γαλαὰδ δῆμος ὁ Γαλααδί.
  • 34 καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ δῆμος ὁ Ἀχιεζερί· τῷ Χελὲγ δῆμος ὁ Χελεγί·
  • 35 τῷ Ἐσριὴλ δῆμος ὁ Ἐσριηλί· τῷ Συχὲμ δῆμος ὁ Συχεμί·
  • 36 τῷ Συμαὲρ δῆμος ὁ Συμαερί· καὶ τῷ Ὀφὲρ δῆμος ὁ Ὀφερί·
  • 37 καὶ τῷ Σαλπαὰδ υἱῷ Ὀφὲρ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ' ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Θερσά.
  • 38 οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
  • 39 καὶ οὗτοι υἱοὶ Ἐφραίμ· τῷ Σουθαλὰ δῆμος ὁ Σουθαλαΐ· τῷ Τανὰχ δῆμος ὁ Ταναχί.
  • 40 οὗτοι υἱοὶ Σουθαλά· τῷ Ἐδὲν δῆμος ὁ Ἐδενί.
  • 41 οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.
  • 42 υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ δῆμος ὁ Βαλί· τῷ Ἀσυβὴρ δῆμος ὁ Ἀσυβηρί· τῷ Ἰαχιρὰν δῆμος ὁ Ἰαχιρανί·
  • 43 τῷ Σωφὰν δῆμος ὁ Σωφανί.
  • 44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ Ἀδὰρ καὶ Νοεμάν· τῷ Ἀδὰρ δῆμος ὁ Ἀδαρὶ καὶ τῷ Νοεμὰν δῆμος ὁ Νοεμανί.
  • 45 οὗτοι οἱ υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 46 καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ δῆμος ὁ Σαμεΐ· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν.
  • 47 πάντες οἱ δῆμοι Σαμεΐ κατ' ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 48 υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ δῆμος ὁ Ἀσιηλί· τῷ Γαυνὶ δῆμος ὁ Γαυνί·
  • 49 τῷ Ἰεσὲρ δῆμος ὁ Ἰεσερί· τῷ Σελλὴμ δῆμος ὁ Σελλημί.
  • 50 οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι.
  • 51 αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
  • 52 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
  • 53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·
  • 54 τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.
  • 55 διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασι, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·
  • 56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσων πολλῶν καὶ ὀλίγων.
  • 57 Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ δῆμος ὁ Κααθί· τῷ Μεραρὶ δῆμος ὁ Μεραρί.
  • 58 οὗτοι οἱ δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνί, δῆμος ὁ Κορὲ καὶ δῆμος ὁ Μουσί. καὶ Καὰθ ἐγέννησε τὸν Ἀμράμ.
  • 59 τὸ δέ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβέδ, θυγάτηρ Λευί, ἣ ἔτεκε τούτους τῷ Λευΐ ἐν Αἰγύπτῳ· καὶ ἔτεκε τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν.
  • 60 καὶ ἐγεννήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ.
  • 61 καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά.
  • 62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.
  • 63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
  • 64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινά·
  • 65 ὅτι εἶπε Κύριος αὐτοῖς· θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
回到本卷目录 回到本版本目录 回到首页