ΑΡΙΘΜΟΙ-2

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
  • 2 ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.
  • 3 καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολάς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ·
  • 4 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
  • 5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
  • 6 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλών, Ἑλιὰβ υἱὸς Χαιλών·
  • 8 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαιροῦσι.
  • 10 τάγμα παρεμβολῆς Ρουβὴν πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ·
  • 11 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
  • 13 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
  • 14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γάδ, Ἑλισὰφ υἱὸς Ραγουήλ·
  • 15 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
  • 16 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβήν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
  • 17 καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίας.
  • 18 Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ·
  • 19 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
  • 21 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
  • 22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί·
  • 23 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 24 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραίμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
  • 25 Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί·
  • 26 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
  • 27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν·
  • 28 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
  • 29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν·
  • 30 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
  • 31 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
  • 32 αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ' οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
  • 33 οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
  • 34 καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.
回到本卷目录 回到本版本目录 回到首页