1
ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν2
καὶ πρὸς Ἐλεάζαρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα· ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ,3
ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.4
καὶ ἔλαβεν Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,5
μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.6
Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες· ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.7
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα Κυρίου.8
καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου.9
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·10
ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.11
καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· λάβε τὸ πυρεῖον καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν.12
καὶ ἔλαβεν Ἀαρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ13
καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.14
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.15
καὶ ἐπέστρεψεν Ἀαρών πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.16
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·17
λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ λάβε παρ' αὐτῶν ράβδον ράβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ράβδου.18
καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ράβδου Λευί· ἔστι γὰρ ράβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.19
καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.20
καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἂν ἐκλέξωμαι αὐτόν, ἡ ράβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν.21
καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ράβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ράβδον κατ' ἄρχοντα, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἡ ράβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ράβδων αὐτῶν.22
καὶ ἀπέθηκε Μωυσῆς τὰς ράβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.23
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ράβδος Ἀαρὼν εἰς οἶκον Λευὶ καὶ ἐξήνεγκε βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησε κάρυα.24
καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ράβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ράβδον αὐτοῦ.25
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀπόθες τὴν ράβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.26
καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρών, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.27
καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν λέγοντες· ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·28
πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς Κυρίου ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;