ΕΚΚΛΗΣΙΑΣΤΗΣ-7

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΑΓΑΘΟΝ ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως.
  • 2 ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ.
  • 3 ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.
  • 4 καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.
  • 5 ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων·
  • 6 ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης.
  • 7 ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτοῦ.
  • 8 ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
  • 9 μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται.
  • 10 μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου.
  • 11 ἀγαθὴ σοφία μετὰ κληρονομίας καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον·
  • 12 ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ᾿ αὐτῆς.
  • 13 ἰδὲ τὰ ποιήματα τοῦ Θεοῦ· ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτόν;
  • 14 ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ καὶ ἐν ἡμέρᾳ κακίας ἰδέ· καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ Θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ οὐδέν.
  • 15 Σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου. ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καί ἐστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.
  • 16 μὴ γίνου δίκαιος πολύ, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς.
  • 17 μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.
  • 18 ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι φοβουμένοις τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα.
  • 19 Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει·
  • 20 ὅτι ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὅς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.
  • 21 καί γε εἰς πάντας λόγους, οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε·
  • 22 ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους.
  • 23 Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα· σοφισθήσομαι,
  • 24 καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾿ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
  • 25 ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ τοῦ ζητῆσαι σοφίαν καὶ ψῆφον καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν.
  • 26 καὶ εὑρίσκω ἐγὼ αὐτὴν καὶ ἐρῶ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπ᾿ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.
  • 27 ἰδὲ τοῦτο εὗρον, εἶπεν ὁ ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν,
  • 28 ὃν ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.
  • 29 πλὴν ἰδὲ τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.
回到本卷目录 回到本版本目录 回到首页