ΕΚΚΛΗΣΙΑΣΤΗΣ-11

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΑΠΟΣΤΕΙΛΟΝ τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει ἡμερῶν εὑρήσεις αὐτόν·
  • 2 δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
  • 3 ἐὰν πλησθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ, τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.
  • 4 τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει.
  • 5 ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος. ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει σὺν τὰ πάντα.
  • 6 ἐν τῷ πρωΐ σπεῖρον τὸ σπέρμα σου, καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἢ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά.
  • 7 καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον·
  • 8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται· πᾶν τὸ ἐρχόμενον ματαιότης.
  • 9 Εὐφραίνου, νεανίσκε, ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος καὶ μὴ ἐν ὁράσει ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς ἐν κρίσει.
  • 10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.
回到本卷目录 回到本版本目录 回到首页