ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ-15

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΟΡΓΗ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
  • 2 γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά.
  • 3 ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου, σκοπεύουσι κακούς τε καὶ ἀγαθούς.
  • 4 ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος,
  • 5 ἄφρων μυκτηρίζει παιδείαν πατρός, ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.
  • 6 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή, οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ἀπολοῦνται. οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
  • 7 χείλη σοφῶν δέδεται αἰσθήσει, καρδία δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
  • 8 θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ᾿ αὐτῷ.
  • 9 βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
  • 10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
  • 11 ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
  • 12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
  • 13 καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
  • 14 καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
  • 15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός.
  • 16 κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
  • 17 κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
  • 18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. (18α)μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
  • 19 ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.
  • 20 υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.
  • 21 ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
  • 22 ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
  • 23 οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
  • 24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
  • 25 οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὅριον χήρας.
  • 26 βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ρήσεις σεμναί.
  • 27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται. (Μασ. Ι, 6 ). (27α)ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
  • 28 καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. (Μασ. Ι, 7 ). (28α)δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
  • 29 μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει. (Μασ. Ι, 8 ). (29α)κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. (29β)καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.
  • 30 θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.
  • 31 -
  • 32 ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
  • 33 φόβος Θεοῦ παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
回到本卷目录 回到本版本目录 回到首页