ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ-13

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΥΙΟΣ πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
  • 2 ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
  • 3 ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν.
  • 4 ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
  • 5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
  • 6 -
  • 7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καί εἰσιν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
  • 8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
  • 9 φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. (9α)ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι.
  • 10 κακὸς μεθ᾿ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
  • 11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ᾿ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
  • 12 κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
  • 13 ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ᾿ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. (13α)υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
  • 14 νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
  • 15 σύνεσις ἀγαθὴ δίδωσι χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
  • 16 πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
  • 17 βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ σοφὸς ρύσεται αὐτόν.
  • 18 πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
  • 19 ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
  • 20 ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
  • 21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά.
  • 22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
  • 23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
  • 24 ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
  • 25 δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
回到本卷目录 回到本版本目录 回到首页