彼得后书-2

(信望爱CBOL圣经原文)

切换到福音影视网-新版圣经

  • 1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι. ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν,
  • 2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις δι᾽ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται,
  • 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
  • 4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ (韦:σειροῖς)(联:σειραῖς) ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους
  • 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας
  • 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας (韦:)(联:(καταστροφῇ)) κατέκρινεν ὑπόδειγμα μελλόντων (韦:ἀσεβέσιν)(联:ἀσεβέσιν) τεθεικώς
  • 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο·
  • 8 βλέμματι γὰρ καὶ ἀκοῇ (韦:)(联:ὁ) δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν·
  • 9 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
  • 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας τολμηταί αὐθάδεις δόξας οὐ τρέμουσιν βλασφημοῦντες
  • 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ᾽ αὐτῶν (韦:(παρὰ Κυρίῳ))(联:παρὰ κυρίου) βλάσφημον κρίσιν.
  • 12 οὗτοι δέ ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται
  • 13 ἀδικούμενοι μισθὸν ἀδικίας ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
  • 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ (韦:ἀκαταπάστους)(联:ἀκαταπαύστους) ἁμαρτίας δελεάζοντες ψυχὰς ἀστηρίκτους καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες κατάρας τέκνα·
  • 15 καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ (韦:Βεὼρ)(联:Βοσόρ,) ὃς μισθὸν ἀδικίας ἠγάπησεν
  • 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
  • 17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται.
  • 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους
  • 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
  • 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου (韦:)(联:(ἡμῶν)) καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
  • 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς
  • 22 συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
回到本卷目录 回到本版本目录 回到首页