1
Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός
2
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ (韦:)(联:(ἐπισκοποῦντες) μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως (韦:)(联:κατὰ θεόν,) μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως
3
μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
4
καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5
Ὁμοίως νεώτεροι, ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
6
Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
7
πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
8
Νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν (韦:)(联:(τινα)) καταπιεῖν·
9
ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν (韦:τῷ)(联:(τῷ)) κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10
Ὁ δὲ θεὸς πάσης χάριτος ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ (韦:)(联:(Ἰησοῦ)), ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, (韦:)(联:θεμελιώσει.)
11
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ἀμήν.
12
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν στῆτε.
13
Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
14
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.