帖撒罗尼迦前书-5

(信望爱CBOL圣经原文)

切换到福音影视网-新版圣经

  • 1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
  • 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
  • 3 ὅταν λέγωσιν Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς (韦:ἐπίσταται)(联:ἐφίσταται) ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
  • 4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς (韦:κλέπτας)(联:κλέπτης) καταλάβῃ·
  • 5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους
  • 6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
  • 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
  • 8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας
  • 9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ (韦:(Χριστοῦ))(联:Χριστοῦ)
  • 10 τοῦ ἀποθανόντος (韦:περὶ)(联:ὑπὲρ) ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
  • 11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
  • 12 Ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς
  • 13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς
  • 14 παρακαλοῦμεν δὲ ὑμᾶς ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους παραμυθεῖσθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας
  • 15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε (韦:)(联:(καὶ)) εἰς ἀλλήλους καὶ εἰς πάντας
  • 16 Πάντοτε χαίρετε,
  • 17 ἀδιαλείπτως προσεύχεσθε,
  • 18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς
  • 19 τὸ πνεῦμα μὴ σβέννυτε,
  • 20 προφητείας μὴ ἐξουθενεῖτε,
  • 21 πάντα (韦:(δὲ))(联:δὲ) δοκιμάζετε, τὸ καλὸν κατέχετε,
  • 22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
  • 23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
  • 24 πιστὸς ὁ καλῶν ὑμᾶς ὃς καὶ ποιήσει.
  • 25 Ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡμῶν.
  • 26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
  • 27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς
  • 28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
回到本卷目录 回到本版本目录 回到首页