哥林多前书-13

(信望爱CBOL圣经原文)

切换到福音影视网-新版圣经

  • 1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
  • 2 (韦:κἂν)(联:καὶ ἐὰν) ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν (韦:κἂν)(联:καὶ ἐὰν) ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη (韦:μεθιστάνειν)(联:μεθιστάναι), ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
  • 3 κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου (韦:κἂν)(联:καὶ ἐὰν) παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
  • 4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ, (韦:)(联:(ἡ ἀγάπη)) οὐ περπερεύεται, οὐ φυσιοῦται,
  • 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν.
  • 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ·
  • 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
  • 8 Ἡ ἀγάπη οὐδέποτε πίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις καταργηθήσεται.
  • 9 ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
  • 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
  • 11 ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
  • 12 βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
  • 13 νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη. τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
回到本卷目录 回到本版本目录 回到首页