罗马书-3

(信望爱CBOL圣经原文)

切换到福音影视网-新版圣经

  • 1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς
  • 2 πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν (γὰρ) ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ.
  • 3 τί γὰρ; εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;
  • 4 μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής πᾶς δὲ ἄνθρωπος ψεύστης (韦:καθάπερ)(联:καθὼς) γέγραπται, Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
  • 5 εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω.
  • 6 μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον;
  • 7 εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
  • 8 καὶ μὴ καθὼς βλασφημούμεθα (韦:(καὶ))(联:καὶ) καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
  • 9 Τί οὖν; προεχόμεθα; οὐ πάντως προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι,
  • 10 καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς
  • 11 οὐκ ἔστιν (韦:)(联:ὁ) συνίων, οὐκ ἔστιν (韦:)(联:ὁ) ἐκζητῶν τὸν θεόν.
  • 12 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν (韦:)(联:ὁ) ποιῶν χρηστότητα, (韦:οὐκ ἔστιν)(联:(οὐκ ἔστιν)) ἕως ἑνός
  • 13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
  • 14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει,
  • 15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
  • 16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
  • 17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
  • 18 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
  • 19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ·
  • 20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
  • 21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
  • 22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως (韦:(Ἰησοῦ))(联:Ἰησοῦ) Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή,
  • 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ
  • 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
  • 25 ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ (韦:)(联:(τῆς) πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
  • 26 ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
  • 27 Ποῦ οὖν ἡ καύχησις ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως
  • 28 λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.
  • 29 ἢ Ἰουδαίων ὁ θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν,
  • 30 εἴπερ εἷς ὁ θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως
  • 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο· ἀλλὰ νόμον ἱστάνομεν.
回到本卷目录 回到本版本目录 回到首页