ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ-1

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.
  • 2 Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς.
  • 3 Μετῳκίσθη Ἰουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς· ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀναμέσον τῶν θλιβόντων.
  • 4 Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ.
  • 5 Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος.
  • 6 Καὶ ἐξῃ£ρθη ἐκ θυγατρὸς Σιὼν πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύϊ κατὰ πρόσωπον διώκοντος.
  • 7 Ἐμνήσθη Ἱερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς.
  • 8 Ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω.
  • 9 Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, Κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός.
  • 10 Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου.
  • 11 Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον, ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιτστρέψαι ψυχήν· ἰδέ, Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθη ἠτιμωμένη.
  • 12 Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδόν, ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέ με Κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.
  • 13 Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὰ ὀπίσω, ἔδωκέ με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὠδυνωμένην.
  • 14 Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσί μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκε Κύριος ἐν χερσί μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.
  • 15 Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου ὁ Κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν τοῦ συντρίψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα, ἐπὶ τούτοις ἐγὼ κλαίω.
  • 16 Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ' ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.
  • 17 Διεπέτασε Σιὼν χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο Κύριος τῷ Ἰακώβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν, ἐγενήθη Ἱερουσαλὴμ εἰς ἀποκαθημένην ἀναμέσον αὐτῶν.
  • 18 Δίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκραναν· ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ.
  • 19 Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς, ἵνα ἐπιστρέψωσι ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον.
  • 20 Ἰδέ, Κύριε, ὅτι θλίβομαι· ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπικράνθην· ἔξωθεν ἠτέκνωσέ με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ.
  • 21 Ἀκούσατε δή, ὅτι στενάζω ἐγώ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, ἐγένοντο ὅμοιοι ἐμοί.
  • 22 Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ καρδία μου λυπεῖται.
回到本卷目录 回到本版本目录 回到首页