ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ-22

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΑΙΡΕΤΩΤΕΡΟΝ ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή,
  • 2 πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε.
  • 3 πανοῦργος ἱδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.
  • 4 γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
  • 5 τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
  • 6 -
  • 7 πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσι.
  • 8 ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. (8α)ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
  • 9 ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ. (9α)νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
  • 10 ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.
  • 11 ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς.
  • 12 οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος.
  • 13 προφασίζεται καὶ λέγει ὀκνηρός· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
  • 14 βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. (14α)εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
  • 15 ἄνοια ἐξῆπται καρδίας νέου, ράβδος δὲ καὶ παιδεία μακρὰν ἀπ᾿ αὐτοῦ.
  • 16 ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσι δὲ πλουσίῳ ἐπ᾿ ἐλλάσσονι.
  • 17 Λόγοις σοφῶν παράβαλλε σὸν οὗς καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς, ὅτι καλοί εἰσι·
  • 18 καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν,
  • 19 ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.
  • 20 καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
  • 21 διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
  • 22 Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστι, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις·
  • 23 ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ρύσῃ σὴν ἄσυλον ψυχήν.
  • 24 μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
  • 25 μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
  • 26 μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
  • 27 ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτίσῃς, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
  • 28 μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.
  • 29 ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.
回到本卷目录 回到本版本目录 回到首页