ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ-12

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 Ο ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
  • 2 κρείσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
  • 3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ρίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
  • 4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.
  • 5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους.
  • 6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ρύσεται αὐτούς.
  • 7 οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι.
  • 8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται.
  • 9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
  • 10 δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
  • 11 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. (11α)ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.
  • 12 ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ρίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασι.
  • 13 δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. (13α)ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
  • 14 ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
  • 15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.
  • 16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος.
  • 17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
  • 18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσι μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
  • 19 χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
  • 20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
  • 21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
  • 22 βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ᾿ αὐτῷ.
  • 23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
  • 24 χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
  • 25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
  • 26 ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακὰ ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
  • 27 οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
  • 28 ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
回到本卷目录 回到本版本目录 回到首页