ΕΞΟΔΟΣ-17

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἀπῇρε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν κατὰ παρεμβολὰς αὐτῶν διά ρήματος Κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδείν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν.
  • 2 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. καὶ εἶπεν αὐτοῖς Μωυσῆς· τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε Κύριον;
  • 3 ἐδίψησε δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ διεγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ἱνατί τοῦτο; ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει;
  • 4 ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον λέγων· τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με.
  • 5 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ σεαυτῷ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ράβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ.
  • 6 ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σε ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. ἐποίησε δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραήλ.
  • 7 καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντας· εἰ ἔστι Κύριος ἐν ἡμῖν ἢ οὔ;
  • 8 Ἦλθε δὲ Ἀμαλὴκ καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ραφιδείν.
  • 9 εἶπε δὲ Μωυσῆς τῷ Ἰησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ράβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου.
  • 10 καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωυσῆς καὶ Ἀαρὼν καὶ Ὢρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ.
  • 11 καὶ ἐγίνετο ὅταν ἐπῇρε Μωυσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ.
  • 12 αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ᾿ αὐτόν, καὶ ἐκάθητο ἐπ᾿ αὐτοῦ, καὶ Ἀαρὼν καὶ Ὢρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου.
  • 13 καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.
  • 14 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.
  • 15 καὶ ᾠκοδόμησε Μωυσῆς θυσιαστήριον Κυρίῳ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Κύριος καταφυγή μου·
  • 16 ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γε- νεάς.
回到本卷目录 回到本版本目录 回到首页