1
[Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.] ΕΠΑΙΝΕΙ, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών,2
ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί·3
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·4
ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·5
διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·6
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;7
ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ρυήσεται ὕδατα.8
ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.9
οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.