ΙΩΒ-28

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΕΣΤΙ γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖται.
  • 2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
  • 3 τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία καὶ σκιὰ θανάτου.
  • 4 διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν.
  • 5 γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
  • 6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ.
  • 7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
  • 8 καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων.
  • 9 ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ριζῶν ὄρη·
  • 10 δίνας δὲ ποταμῶν διέρρηξε, πᾶν δὲ ἔντιμον εἶδέ μου ὁ ὀφθαλμός.
  • 11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς.
  • 12 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης;
  • 13 οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις.
  • 14 ἄβυσσος εἶπεν· οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν· οὐκ ἔστι μετ᾿ ἐμοῦ.
  • 15 οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς·
  • 16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ὠφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
  • 17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ·
  • 18 μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα·
  • 19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
  • 20 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως;
  • 21 λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
  • 22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
  • 23 ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς·
  • 24 αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,
  • 25 ἀνέμων σταθμὸν ὕδατος μέτρα·
  • 26 ὅτι ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς·
  • 27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν.
  • 28 εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
回到本卷目录 回到本版本目录 回到首页