ΕΣΘΗΡ-7

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΕΙΣΗΛΘΕ δὲ ὁ βασιλεὺς καὶ Ἀμὰν συμπιεῖν τῇ βασιλίσσῃ.
  • 2 εἶπε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ· τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξιωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
  • 3 καὶ ἀποκριθεῖσα εἶπεν· εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου·
  • 4 ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.
  • 5 εἶπε δὲ ὁ βασιλεύς· τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο;
  • 6 εἶπε δὲ Ἐσθήρ· ἄνθρωπος ἐχθρὸς Ἀμάν, ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.
  • 7 ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.
  • 8 ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, Ἀμάν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν. εἶπε δὲ ὁ βασιλεύς· ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.
  • 9 εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα· ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπε δὲ ὁ βασιλεύς· σταυρωθήτω ἐπ᾿ αὐτοῦ.
  • 10 καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.
回到本卷目录 回到本版本目录 回到首页