ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α-26

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΕΙΣ διαιρέσεις τῶν πυλῶν· υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν Ἀσάφ.
  • 2 καὶ τῷ Μοσελλεμίᾳ υἱοί· Ζαχαρίας ὁ πρωτότοκος, Ἰαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, Ἰεθνουὴλ ὁ τέταρτος,
  • 3 Ἰωλὰμ ὁ πέμπτος, Ἰωνάθαν ὁ ἕκτος, Ἐλιωναΐ ὁ ἕβδομος, Ἀβδεδὸμ ὁ ὄγδοος.
  • 4 καὶ τῷ Ἀβδεδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβὰθ ὁ δεύτερος, Ἰωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος,
  • 5 Ἀμιὴλ ὁ ἕκτος, Ἰσσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός.
  • 6 καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.
  • 7 υἱοὶ Σαμαΐ· Ὀθνὶ καὶ Ραφαὴλ καὶ Ὠβὴδ καὶ Ἐλζαβὰθ καὶ Ἀχιούδ, υἱοὶ δυνατοί, Ἑλιοῦ καὶ Σαβαχία καὶ Ἰσβακώμ.
  • 8 πάντες ἀπὸ τῶν υἱῶν Ἀβδεδόμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδεδόμ.
  • 9 καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί.
  • 10 καὶ τῷ Ὠσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας.
  • 11 Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ὀσᾷ τρισκαίδεκα.
  • 12 τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
  • 13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
  • 14 καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ καὶ Ζαχαρίᾳ· υἱοὶ Ἰωὰς τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βορρᾶ·
  • 15 τῷ Ἀβδεδὸμ Νότον κατέναντι οἴκου ἐσεφίν.
  • 16 εἰς δεύτερον· τῷ Ὀσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.
  • 17 πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸν ἐσεφὶν δύο·
  • 18 εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους.
  • 19 αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορέ, καὶ τοῖς υἱοῖς Μεραρί.
  • 20 Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων·
  • 21 υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ Ἰεϊήλ.
  • 22 υἱοὶ Ἰεϊὴλ Ζεθὸμ καὶ Ἰωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου.
  • 23 τῷ Ἀμβρὰμ καὶ Ἰσάαρ, Χεβρὼν καὶ Ὀζιήλ·
  • 24 καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.
  • 25 καὶ τῷ ἀδελφῷ αὐτοῦ Ἐλιέζερ Ραβίας υἱὸς καὶ Ἰωσίας καὶ Ἰωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ.
  • 26 αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,
  • 27 ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ,
  • 28 καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουΐα· πᾶν ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
  • 29 Τῷ Ἰσσααρὶ Χωνενία καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
  • 30 τῷ Χεβρωνὶ Ἀσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραήλ, πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
  • 31 τοῦ Χεβρωνί· Ἰωρίας ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ἰαζὴρ τῆς Γαλααδίτιδος,
  • 32 καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες τῶν πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.
回到本卷目录 回到本版本目录 回到首页