ΓΕΝΕΣΙΣ-25

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα.
  • 2 ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν Ἰεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὼκ καὶ τὸν Σωκέ.
  • 3 Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ.
  • 4 υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἀφεὶρ καὶ Ἐνὼχ καὶ Ἀβειρὰ καὶ Ἐλδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
  • 5 Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ,
  • 6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
  • 7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς Ἁβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη.
  • 8 καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
  • 9 καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ,
  • 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
  • 11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν Ἰσαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
  • 12 Αὗται δέ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάρρας τῷ Ἁβραάμ.
  • 13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ
  • 14 καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ
  • 15 καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά.
  • 16 οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
  • 17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
  • 18 κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
  • 19 Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ·
  • 20 Ἁβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα.
  • 21 ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ρεβέκκα ἡ γυνὴ αὐτοῦ.
  • 22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.
  • 23 καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
  • 24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
  • 25 ἐξῆλθε δὲ ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ.
  • 26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβέκκα.
  • 27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.
  • 28 ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
  • 29 ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,
  • 30 καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.
  • 31 εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
  • 32 καὶ εἶπεν Ἡσαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
  • 33 καὶ εἶπεν αὐτῷ Ἰακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.
  • 34 Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.
回到本卷目录 回到本版本目录 回到首页