ΓΕΝΕΣΙΣ-20

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις.
  • 2 εἶπε δὲ Ἁβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν.
  • 3 καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί.
  • 4 Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
  • 5 οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
  • 6 λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.
  • 7 νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.
  • 8 καὶ ὤρθρισεν Ἀβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ρήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
  • 9 καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
  • 10 εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο;
  • 11 εἶπε δὲ Ἁβραάμ· εἶπα γάρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
  • 12 καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
  • 13 ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν.
  • 14 ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
  • 15 καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
  • 16 τῇ δὲ Σάρρᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴ τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.
  • 17 προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·
  • 18 ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἁβραάμ.
回到本卷目录 回到本版本目录 回到首页