ΓΕΝΕΣΙΣ-10

(Septuaginta LXX(OT)&Westcott-Hort)

切换到福音影视网-新版圣经

  • 1 ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
  • 2 Υἱοὶ Ἰάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ Ἰωύαν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
  • 3 καὶ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά.
  • 4 καὶ υἱοὶ Ἰωύαν· Ἐλισὰ καὶ Θάρσεις, Κίτιοι, Ρόδιοι.
  • 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
  • 6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν Φοὺδ καὶ Χαναάν.
  • 7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
  • 8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς·
  • 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
  • 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
  • 11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
  • 12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
  • 13 καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς Ἐνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
  • 14 καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ.
  • 15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ
  • 16 καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον
  • 17 καὶ τὸν Ἀσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.
  • 18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
  • 19 καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
  • 20 οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
  • 21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ¨Εβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.
  • 22 υἱοὶ Σήμ· Ἐλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν.
  • 23 καὶ υἱοὶ Ἀράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ.
  • 24 καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ¨Εβερ.
  • 25 καὶ τῷ ¨Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
  • 26 Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ Ἰαρὰχ καὶ Ὁδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
  • 27 καὶ Εὐὰλ καὶ Ἀβιμαὲλ καὶ Σαβὰ
  • 28 καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ Ἰωβάβ.
  • 29 πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
  • 30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
  • 31 οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
  • 32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
回到本卷目录 回到本版本目录 回到首页