ΙΗΣΟΥΣ ΝΑΥΗ-12

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφ' ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπ' ἀνατολῶν·
  • 2 Σηὼν τὸν βασιλέα τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων ἀπὸ Ἀροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβόκ, ὅρια υἱῶν Ἀμμών,
  • 3 καὶ Ἄραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ' ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ Ἀσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά·
  • 4 καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν,
  • 5 ἄρχων ἀπὸ ὄρους Ἀερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως Ἐσεβών.
  • 6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.
  • 7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμορραίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,
  • 8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Ἄραβα καὶ ἐν Ἀσηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἰεβουσαῖον·
  • 9 τὸν βασιλέα Ἱεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ,
  • 10 βασιλέα Ἱερουσαλήμ, βασιλέα Χεβρών,
  • 11 βασιλέα Ἱεριμούθ, βασιλέα Λαχίς,
  • 12 βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ,
  • 13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ,
  • 14 βασιλέα Ἑρμάθ, βασιλέα Ἀράθ,
  • 15 βασιλέα Λεβνά, βασιλέα Ὀδολλάμ,
  • 16 βασιλέα Ἠλάθ,
  • 17 βασιλέα Ταφούγ, βασιλέα Ὀφέρ,
  • 18 βασιλέα Ἀφὲκ τῆς Σαρών, βασιλέα Ἀσώρ,
  • 19 βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα Ἀζίφ,
  • 20 βασιλέα Κάδης,
  • 21 βασιλέα Τανάχ, βασιλέα Μαγεδών,
  • 22 βασιλέα Ἰεκονὰμ τοῦ Χερμέλ,
  • 23 βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας,
  • 24 βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.
回到本卷目录 回到本版本目录 回到首页