ΛΕΥΙΤΙΚΟΝ-18

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
  • 2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
  • 3 κατά τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾿ αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.
  • 4 τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
  • 5 καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας αὐτά ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
  • 6 Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ Κύριος.
  • 7 ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις, μήτηρ γάρ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
  • 8 ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη πατρὸς σού ἐστιν.
  • 9 ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῶν.
  • 10 ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
  • 11 ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
  • 12 ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σού ἐστιν.
  • 13 ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σού ἐστιν.
  • 14 ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενής γάρ σού ἐστιν.
  • 15 ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
  • 16 ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν.
  • 17 ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γὰρ σού εἰσιν· ἀσέβημά ἐστι.
  • 18 γυναῖκα ἐπ᾿ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τήν ἀσχημοσύνην αὐτῆς ἐπ᾿ αὐτῇ, ἔτι ζώσης αὐτῆς.
  • 19 Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
  • 20 καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.
  • 21 καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος·
  • 22 καὶ μετά ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βέλυγμα γάρ ἐστι.
  • 23 καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμόν, ἐκμιανθῆναι πρὸς αὐτό. καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι, μυσαρὸν γάρ ἐστι.
  • 24 Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
  • 25 καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι᾿ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾿ αὐτῆς.
  • 26 καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
  • 27 πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ.
  • 28 καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν.
  • 29 ὅτι πᾶς, ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
  • 30 καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
回到本卷目录 回到本版本目录 回到首页