ΙΕΖΕΚΙΗΛ-35

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
  • 2 υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ
  • 3 καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ,
  • 4 καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος,
  • 5 ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ,
  • 6 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε.
  • 7 καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἀνθρώπους καὶ κτήνη
  • 8 καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
  • 9 ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
  • 10 διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι,
  • 11 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε,
  • 12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας· τὰ ὄρη Ἰσραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·
  • 13 καὶ ἐμεγαλορρημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα.
  • 14 τάδε λέγει Κύριος· ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε,
  • 15 ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.
回到本卷目录 回到本版本目录 回到首页