ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ-3

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΕΓΩ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ράβδῳ θυμοῦ αὐτοῦ ἐπ' ἐμέ·
  • 2 παρέλαβέ με καὶ ἀπήγαγέ με εἰς σκότος καὶ οὐ φῶς,
  • 3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψε χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν.
  • 4 Ἐπαλαίωσε σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·
  • 5 ἀῳκοδόμησε κατ' ἐμοῦ καὶ ἐκύκλωσε κεφαλήν μου καὶ ἐμόχθησεν,
  • 6 ἐν σκοτεινοῖς ἐκάθισέ με ὡς νεκροὺς αἰῶνος.
  • 7 Ἀνῳκοδόμησε κατ' ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνε χαλκόν μου·
  • 8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου·
  • 9 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου·
  • 10 Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις·
  • 11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέ με, ἔθετό με ἠφανισμένην.
  • 12 ἐνέτεινε τόξον αὐτοῦ καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος.
  • 13 Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ·
  • 14 ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν·
  • 15 ἐχόρτασέ με πικρίας, ἐμέθυσέ με χολῆς.
  • 16 Καὶ ἐξέβαλε ψήφῳ ὀδόντας μου, ἐψώμισέ με σποδόν·
  • 17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου,
  • 18 ἐπελαθόμην ἀγαθά, καὶ εἶπα· ἀπώλετο νῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου.
  • 19 Ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκδιωγμοῦ μου πικρίας καὶ χολῆς μου.
  • 20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου·
  • 21 ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.
  • 22 Τὰ ἐλέη Κυρίου, ὅτι οὐκ ἐξέλιπέμε, ὅτι οὐσυνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ· μῆνας εἰς τὰς πρωΐας ἐλέησον, Κύριε, ὅτι οὐ συνετελέσθημεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ.
  • 23 καινὰ εἰς τὰς πρωΐας, πολλὴ ἡ πίστις σου.
  • 24 μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου· διὰ τοῦτο ὑπομενῶ αὐτῷ.
  • 25 Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχὴ ἣ ζητήσει αὐτὸν ἀγαθὸν
  • 26 καὶ ὑπομεννεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου.
  • 27 ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.
  • 28 Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφ' ἑαυτῷ·
  • 29 -
  • 30 δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν.
  • 31 ¨Οτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος.
  • 32 ὅτι ὁ ταπεινώσας οἰκτειρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ·
  • 33 ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.
  • 34 Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
  • 35 τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου Ὑψίστου,
  • 36 καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν Κύριος οὐκ εἶπε.
  • 37 Τίς οὕτως εἶπε, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο.
  • 38 ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν;
  • 39 τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
  • 40 Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, κὶ ἐπιστρέψομεν ἕως Κυρίου·
  • 41 ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ·
  • 42 ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
  • 43 Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐφείσω.
  • 44 Ἐπεσκέπασας νεφέλην σεαυτῷ ἕνεκεν προσευχῆς,
  • 45 καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.
  • 46 Διήνοιξαν ἐφ' ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν·
  • 47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή.
  • 48 ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.
  • 49 Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,
  • 50 ἕως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ·
  • 51 ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως.
  • 52 Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον πάντες οἱ ἐχθροί μου δωρεάν,
  • 53 ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί.
  • 54 ὑπερεχύθη ὕδωρ ἐπὶ τὴν κεφαλήν μου· εἶπα· ἀπῶσμαι.
  • 55 Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου·
  • 56 φωνήν μου ἤκουσας· μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου.
  • 57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ἡμέρᾳ, ᾗ ἐπεκαλεσάμην σε· εἶπάς μοι· μὴ φοβοῦ.
  • 58 Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου·
  • 59 εἶδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου·
  • 60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί.
  • 61 Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ' ἐμοῦ,
  • 62 χείλη ἐπανισταμένων μοι καὶ μελέτας αὐτῶν κατ' ἐμοῦ ὅλην τὴν ἡμέραν,
  • 63 καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν.
  • 64 Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν.
  • 65 ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖας,
  • 66 καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτωθεν τοῦ οὐρανοῦ, Κύριε.
回到本卷目录 回到本版本目录 回到首页