ΗΣΑΙΑΣ-42

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΙΑΚΩΒ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
  • 2 οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.
  • 3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.
  • 4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἄνθῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
  • 5 οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·
  • 6 ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν
  • 7 ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
  • 8 ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μού ἐστι τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.
  • 9 τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινά, ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.
  • 10 Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾿ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
  • 11 εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾿ ἄκρων τῶν ὀρέων βοήσουσι·
  • 12 δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι.
  • 13 Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.
  • 14 ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.
  • 15 ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ, καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.
  • 16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ρήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.
  • 17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· ὑμεῖς ἐστε θεοὶ ἡμῶν.
  • 18 Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.
  • 19 καὶ τίς τυφλός, ἀλλ᾿ ἢ οἱ παῖδές μου καὶ κωφοί, ἀλλ᾿ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.
  • 20 εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.
  • 21 Κύριος ὁ Θεὸς ἐβουλεύσατο, ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν.
  • 22 καὶ εἶδον, καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείος πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς· ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· ἀπόδος.
  • 23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.
  • 24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ Θεός, ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;
  • 25 καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.
回到本卷目录 回到本版本目录 回到首页