ΗΣΑΙΑΣ-21

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΩΣ καταιγὶς δι᾿ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν
  • 2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ᾿ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾿ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
  • 3 διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.
  • 4 ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.
  • 5 ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.
  • 6 ὅτι οὕτως εἶπε πρός με Κύριος· βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον·
  • 7 καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν
  • 8 καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
  • 9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. καὶ ἀποκριθεὶς εἶπε· πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.
  • 10 ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.
  • 11 Τὸ ὅραμα τῆς Ἰδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· φυλάσσετε ἐπάλξεις.
  • 12 φυλάσσω τὸ πρωΐ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ᾿ ἐμοὶ οἴκει·
  • 13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδάν.
  • 14 εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν πεφονευμένων
  • 15 καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
  • 16 διότι οὕτως εἶπέ μοι Κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,
  • 17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησεν.
回到本卷目录 回到本版本目录 回到首页