ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ-7

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΥΙΕ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
  • 2 φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
  • 3 περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
  • 4 εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ·
  • 5 ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται.
  • 6 ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
  • 7 ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,
  • 8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα
  • 9 ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,
  • 10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
  • 11 ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
  • 12 χρόνον γάρ τινα ἔξω ρέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
  • 13 εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ·
  • 14 θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
  • 15 ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε.
  • 16 κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾿ Αἰγύπτου·
  • 17 διέρρακα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ·
  • 18 ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι·
  • 19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν
  • 20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι᾿ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
  • 21 ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
  • 22 ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
  • 23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
  • 24 νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ρήμασι στόματός μου·
  • 25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου,
  • 26 πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
  • 27 ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου.
回到本卷目录 回到本版本目录 回到首页