ΨΑΛΜΟΙ-99

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 [Ψαλμὸς εἰς ἐξομολόγησιν.] ΑΛΑΛΑΞΑΤΕ τῷ Κυρίῳ, πᾶσα ἡ γῆ,
  • 2 δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
  • 3 γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
  • 4 εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
  • 5 ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.
回到本卷目录 回到本版本目录 回到首页