1
[Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.]2
ΓΝΩΣΤΟΣ ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.3
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·4
ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ρομφαίαν καὶ πόλεμον. (διάψαλμα).5
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων·6
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.7
ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.8
σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου.9
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν10
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. (διάψαλμα).11
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.12
εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα13
τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.